Joshua 17

1καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση, ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ· τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ [ἀνὴρ γὰρ πολεμιστὴς ἦν] ἐν τῇ Γαλααδίτιδι Καὶ ἐν τῇ Βασανίτιδι. 2καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς συμαριμ και τοις υιοις Οφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν. 3καὶ τῷ Σαλπααδ· υἱῷ Οφερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα. 4καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5καὶ ἔπεσεν σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ, ἐστιν πέραν τοῦ Ιορδάνου· 6ὅτι θυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· δὲ γῆ Γαλααδ ἐγενήθη τοῖς υἱοῖς μανασση τοῖς καταλελειμμένοις. 7καὶ ἐγενήθη ὅρια υἱῶν Μανασση Δηλαναθ, ἐστιν κατὰ πρόσωπον υἱῶν Αναθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν Καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ· 8τῷ Μανασση ἔσται, καὶ Θαφεθ ἐπὶ τῶν ὁρίων μανασση τοῖς υἱοῖς Εφραιμ. 9καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ, τερέμινθος τῷ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση· καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ διέξοδος θάλασσα. 10ἀπὸ λιβὸς τῷ Εφραιμ, καὶ ἐπὶ βορρᾶν Μανασση, καὶ ἔσται θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ Ισσαχαρ ἀπ' ἀνατολῶν. 11καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδδω καὶ τὰς κώμας αὐτῆς. και το τριτον της ναφετα και τας κωμας αὐτῆς 12καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ· 13καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν. 14Ἀντεῖπαν δὲ οἱ υἱοὶ Ιωσηφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ θεὸς εὐλόγησέν με. 15καὶ εἶπεν αὐτοῖς Ἰησοῦς εἶ, λαὸς πολὺς εἰ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, Εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εφραιμ. 16καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ. 17καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ιωσηφ εἶ λαὸς πολὺς Εἰ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· 18 γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοι· καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
Copyright information for LXX